Add parallel Print Page Options

17 Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ [a]τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου [b]ἦν συναγωγὴ τῶν Ἰουδαίων. κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν [c]ὁ χριστός, ὁ Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων [d]πλῆθος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. [e]ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων [f]ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, [g]καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς [h]προαγαγεῖν εἰς τὸν δῆμον· μὴ εὑρόντες δὲ αὐτοὺς [i]ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα [j]ἕτερον λέγοντες εἶναι Ἰησοῦν.

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:1 τὴν WH Treg NIV ] – RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:1 ἦν WH Treg NIV ] + ἡ RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:3 ὁ χριστός, ὁ WH NIV ] χριστός Treg; ὁ χριστός RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:4 πλῆθος πολὺ WH Treg NIV ] πολὺ πλῆθος RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:5 ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι WH Treg NIV ] Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:5 ἄνδρας τινὰς WH Treg NIV ] τινὰς ἄνδρας RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:5 καὶ ἐπιστάντες WH Treg NIV ] ἐπιστάντες τε RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:5 προαγαγεῖν WH Treg NIV ] ἀγαγεῖν RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:6 ἔσυρον WH Treg NIV ] + τὸν RP
  10. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:7 ἕτερον λέγοντες WH Treg NIV ] λέγοντες ἕτερον RP